Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.9 Dem. 17.13 (English) >>Dem. 17.16

17.11ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας. ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι πολεμίοις αὐτοῖς χρώμενοι, βδελυρεύσεταί τις οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ Μακεδόνος, τῶν καθʼ ὑμῶν πεπλουτηκότων; 17.12οὐ γὰρ δὴ λέληθέ γʼ αὐτοὺς οὐδὲν τούτων· ἀλλʼ εἰς τοῦθʼ ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δʼ ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν. 17.13εἰκότως· τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδʼ ὅρκων· τοῖς δʼ ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται τοὺς παρέργως ἐνταυθὶ ἀλλʼ οὐκ ἐξεταστικῶς ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχʼ ἡσυχίαν οὐκ ἔσεσθαί ποτʼ αἰτίαν ταραχῆς ἀτόπου μεγάλης. 17.14κελεύω δʼ ἔγωγε, καθάπερ ἐν ἀρχῇ προεῖπον, πείθεσθαι τούτοις τοῖς φάσκουσι δεῖν ἐν ταῖς κοιναῖς ὁμολογίαις ἐμμένειν, εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δʼ οἴονται αἰσθήσεσθαι, τυραννίδων ἀντὶ δημοκρατιῶν καθισταμένων καὶ τῶν πολιτειῶν καταλυομένων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.9 Dem. 17.13 (English) >>Dem. 17.16

Powered by PhiloLogic